Add parallel Print Page Options

10 ὁ πιστεύων εἰς τὸν υἱὸν τοῦ θεοῦ ἔχει τὴν μαρτυρίαν ἐν [a]αὑτῷ· ὁ μὴ πιστεύων τῷ θεῷ ψεύστην πεποίηκεν αὐτόν, ὅτι οὐ πεπίστευκεν εἰς τὴν μαρτυρίαν ἣν μεμαρτύρηκεν ὁ θεὸς περὶ τοῦ υἱοῦ αὐτοῦ. 11 καὶ αὕτη ἐστὶν ἡ μαρτυρία, ὅτι ζωὴν αἰώνιον ἔδωκεν [b]ὁ θεὸς ἡμῖν, καὶ αὕτη ἡ ζωὴ ἐν τῷ υἱῷ αὐτοῦ ἐστιν. 12 ὁ ἔχων τὸν υἱὸν ἔχει τὴν ζωήν· ὁ μὴ ἔχων τὸν υἱὸν τοῦ θεοῦ τὴν ζωὴν οὐκ ἔχει.

13 Ταῦτα ἔγραψα [c]ὑμῖν ἵνα εἰδῆτε ὅτι ζωὴν [d]ἔχετε αἰώνιον, [e]τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ. 14 καὶ αὕτη ἐστὶν ἡ παρρησία ἣν ἔχομεν πρὸς αὐτόν, ὅτι ἐάν τι αἰτώμεθα κατὰ τὸ θέλημα αὐτοῦ ἀκούει ἡμῶν. 15 καὶ ἐὰν οἴδαμεν ὅτι ἀκούει ἡμῶν ὃ [f]ἐὰν αἰτώμεθα, οἴδαμεν ὅτι ἔχομεν τὰ αἰτήματα ἃ ᾐτήκαμεν [g]ἀπ’ αὐτοῦ.

Read full chapter

Footnotes

  1. ΙΩΑΝΝΟΥ Α΄ 5:10 αὑτῷ WH ] αὐτῷ Treg RP; ἑαυτῷ NIV
  2. ΙΩΑΝΝΟΥ Α΄ 5:11 ὁ θεὸς ἡμῖν WH ] ἡμῖν ὁ θεὸς Treg NIV RP
  3. ΙΩΑΝΝΟΥ Α΄ 5:13 ὑμῖν WH Treg NIV] + τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ RP
  4. ΙΩΑΝΝΟΥ Α΄ 5:13 ἔχετε αἰώνιον WH Treg NIV ] αἰώνιον ἔχετε RP
  5. ΙΩΑΝΝΟΥ Α΄ 5:13 τοῖς πιστεύουσιν WH Treg NIV ] καὶ ἵνα πιστεύητε RP
  6. ΙΩΑΝΝΟΥ Α΄ 5:15 ἐὰν WH NIV RP ] ἂν Treg
  7. ΙΩΑΝΝΟΥ Α΄ 5:15 ἀπ᾽ WH Treg NIV ] παρ᾽ RP